Τετάρτη 1 Μαΐου 2013

Ἰδιόμελα καί Δοξαστικόν τῶν Αἲνων τῆς Ἁγίας καί Μεγάλης Πέμπτης


Ζωντανή Ηχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης
σήμερα, Μ. Τετάρτη εσπέρας (1/5/2013)

Εἰς τοὺς Αἲνους

Πάσα πνοή, αἰνεσάτω τόν Κύριον. Αἰνεῖτε τόν Κύριον ἐκ τῶν Οὐρανῶν, αἰνεῖτε Αὐτόν ἐν τοῖς Ὑψίστοις. Σοί πρέπει Ὕμνος τῷ Θεῶ.

Αἰνεῖτε Αὐτόν, πάντες οἱ Ἄγγελοι Αὐτοῦ• Αἰνεῖτε Αὐτόν, πᾶσαι αἵ δυνάμεις Αὐτοῦ. Σοί πρέπει Ὕμνος τῷ Θεῶ.


Ἰδιόμελα Ἦχος β'

Αἰνεῖτε Αὐτόν ἐπί ταῖς Δυναστείαις Αὐτοῦ. Αἰνεῖτε Αὐτόν κατά τό πλῆθος τῆς Μεγαλωσύνης Αὐτοῦ.

Συντρέχει λοιπόν, τὸ συνέδριον τῶν Ἰουδαίων, ἵνα τὸν Δημιουργόν, καὶ Κτίστην τῶν ἁπάντων, Πιλάτῳ παραδώσῃ, ὢ τῶν ἀνόμων! ὢ τῶν ἀπίστων! ὅτι τὸν ἐρχόμενον, κρῖναι ζῶντας καὶ νεκρούς, εἰς κρίσιν εὐτρεπίζουσι, τὸν ἰώμενον τὰ πάθη, πρὸς πάθος ἑτοιμάζουσι. Κύριε μακρόθυμε, μέγα σου τὸ ἔλεος, δόξα σοι.

Αἰνεῖτε Αὐτόν ἐν ἤχω σάλπιγγος Αἰνεῖτε Αὐτόν ἐν ψαλτηρίω καί κιθάρα.

Ἰούδας ὁ παράνομος Κύριε, ὁ βάψας ἐν τῷ δείπνῳ τὴν χεῖρα, ἐν τῷ τρυβλίῳ μετὰ σοῦ, ἐξέτεινεν ἀνόμως τὰς χεῖρας, τοῦ λαβεῖν ἀργύρια, καὶ ὁ τοῦ μύρου λογισάμενος τιμήν, σὲ τὸν ἀτίμητον οὐκ ἔφριξε πωλῆσαι, ὁ τοὺς πόδας ὑφαπλώσας ἐπὶ τὸ νίψαι, τὸν Δεσπότην κατεφίλησε δολίως, εἰς τὸ προδοῦναι τοῖς ἀνόμοις, χοροῦ δὲ Ἀποστόλων ῥιφείς, καὶ τὰ τριάκοντα ῥίψας ἀργύρια, σοῦ τὴν τριήμερον Ἀνάστασιν οὐκ εἶδε, δι' ἧς ἐλέησον ἡμᾶς.

Αἰνεῖτε Αὐτόν ἐν τυμπάνω καί χορῶ. Αἰνεῖτε Αὐτόν ἐν χορδαῖς καί ὀργάνω.

Ἰούδας ὁ προδότης δόλιος ὤν, δολίῳ φιλήματι παρέδωκε τὸν Σωτῆρα Κύριον, τὸν Δεσπότην τῶν ἁπάντων, ὡς δοῦλον πέπρακε τοῖς παρανόμοις, ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ Υἱὸς ὁ τοῦ Πατρός, ὁ μόνος πολυέλεος.

Αἰνεῖτε Αὐτόν ἐν κυμβάλοις εὐήχοις• Αἰνεῖτε Αὐτόν ἐν κυμβάλοις ἀλαλαγμοῦ, πάσα πνοή Αἰνεσάτω τόν Κύριον.

Ἰούδας ὁ δοῦλος καὶ δόλιος, ὁ μαθητὴς καὶ ἐπίβουλος, ὁ φίλος καὶ διάβολος, ἐκ τῶν ἔργων ἀπεφάνθη· ἠκολούθει γὰρ τῷ Διδασκάλῳ, καὶ καθ' ἑαυτὸν ἐμελέτησε τὴν προδοσίαν, ἔλεγεν ἐν ἑαυτῷ· Παραδώσω τοῦτον, καὶ κερδήσω τὰ συναχθέντα χρήματα, ἐπεζήτει δὲ καὶ τὸ μύρον πραθῆναι, καὶ τὸν Ἰησοῦν δόλῳ κρατηθῆναι, ἀπέδωκεν ἀσπασμόν, παρέδωκε τὸν Χριστόν, καὶ ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.



Δόξα... Καὶ νῦν ...

Ὃν ἐκήρυξεν Ἀμνὸν Ἡσαΐας, ἔρχεται ἐπὶ σφαγὴν ἑκούσιον, καὶ τὸν νῶτον δίδωσιν εἰς μάστιγας, τὰς σιαγόνας εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπον οὐκ ἀπεστράφη, ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, θανάτῳ δὲ ἀσχήμονι καταδικάζεται, πάντα ὁ ἀναμάρτητος ἑκουσίως καταδέχεται, ἵνα πᾶσι δωρήσηται τὴν ἐκ νεκρῶν ἀνάστασιν.