Κυριακή 11 Σεπτεμβρίου 2016

Δοξαστικόν, Ἑωθινόν Α'

( Ζωντανή ἠχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης 
σήμερα, Κυριακῇ  πρό τῆς Ὑψώσεως, 11 Σεπτεμβρίου 2016 )

Δόξα Πατρὶ… Ἑωθινὸν Α’ 
Ἦχος α’

Εἰς τὸ ὄρος τοῖς Μαθηταῖς ἐπειγομένοις, διὰ τὴν χαμόθεν ἔπαρσιν, ἐπέστη ὁ Κύριος, καὶ προσκυνήσαντες αὐτὸν καὶ τὴν δοθεῖσαν ἐξουσίαν, πανταχοῦ διδαχθέντες, εἰς τὴν ὑπ’ οὐρανὸν ἐξαπεστέλλοντο, κηρῦξαι τὴν ἐκ νεκρῶν Ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀποκατάστασιν, οἷς καὶ συνδιαιωνίζειν, ὁ ἀψευδὴς
ἐπηγγείλατο, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.